Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.6 Dem. 48.10 (English) >>Dem. 48.12

48.8τὸ δὲ τέλος ἐγένετο, τοῦθʼ ὑμᾶς ἀναγκαίως ἔχει ἀκοῦσαι. αὐτὸς γὰρ ἐγὼ ἐδίκασα τούτῳ καὶ οὗτος ἐμοὶ τὰ ἡμίσεα ἑκάτερον ἡμῶν λαβεῖν ὧν κατέλιπε Κόμων, καὶ μηδεμίαν ἀηδίαν εἶναι περαιτέρω. καὶ προειλόμην, ἄνδρες δικασταί, ἑκὼν μεταδοῦναι τούτῳ μᾶλλον εἰς δικαστήριον εἰσιὼν κινδυνεύειν πρὸς οἰκεῖον ὄντα τοῦτον καὶ εἰπεῖν τι ἀηδές, ἀδελφὸν ὄντα τῆς ἐμῆς γυναικὸς καὶ θεῖον τῶν ἐμῶν παίδων, καὶ ὑπὸ τούτου ἀκοῦσαί τι ἀνεπιτήδειον. 48.9ταῦτα πάντα ἐνθυμούμενος συνεχώρησα αὐτῷ. καὶ μετὰ ταῦτα συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτοὺς περὶ ἁπάντων, καὶ ὅρκους ἰσχυροὺς ὠμόσαμεν ἀλλήλοις, μὴν τά τε ὑπάρχοντα φανερὰ ὄντα καλῶς καὶ δικαίως διαιρήσεσθαι καὶ μηδʼ ὁτιοῦν πλεονεκτήσειν τὸν ἕτερον τοῦ ἑτέρου ὧν κατέλιπεν Κόμων, καὶ τἄλλα πάντα κοινῇ ζητήσειν, καὶ πράξειν μετʼ ἀλλήλων βουλευόμενοι τι ἂν ἀεὶ δέῃ. 48.10ὑπενοοῦμεν γάρ, ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος καὶ ἑτέρους· οἷον καὶ ἐμὸς ἀδελφὸς <> ὁμοπάτριος, ὁμομήτριος δʼ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετʼ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν· οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν. ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδʼ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθʼ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 48.6 Dem. 48.10 (English) >>Dem. 48.12

Powered by PhiloLogic